Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.143 Joseph. AJ 3.148 (English) >>Joseph. AJ 3.153

3.146ἀπαρτίζεται δὲ εἰς ἑπτὰ κεφαλὰς καταλλήλας ἐν στίχῳ διακειμένας. λύχνοι δʼ ἐπιφέρονται αὐταῖς ἑπτὰ κατὰ μίαν τῶν πλανητῶν τὸν ἀριθμὸν μεμιμημένοι, ὁρῶσι δὲ εἴς τε τὴν ἀνατολὴν καὶ τὴν μεσημβρίαν λοξῶς αὐτῆς κειμένης. 3.147

Μεταξὺ δὲ αὐτῆς καὶ τῆς τραπέζης ἔνδον, ὡς προεῖπον, θυμιατήριον ξύλινον μέν, ἐξ οὗ καὶ τὰ πρότερα ἦν σκεύη μὴ σηπόμενα, στερεὰ δὲ περιελήλατʼ αὐτῷ λεπίς, πηχυαῖον μὲν κατὰ πλευρὰν ἑκάστην τὸ πλάτος ὕψος δὲ διπλάσιον. 3.148ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δʼ ἐκπεριοδεύοντα χρύσεον, καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο. 3.149ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. 3.150ἀντικρὺ δʼ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.143 Joseph. AJ 3.148 (English) >>Joseph. AJ 3.153

Powered by PhiloLogic